Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.577 | Joseph. BJ 2.582 (English) | >>Joseph. BJ 2.587 |
2.580ὅσα τε εἰς παράστασιν ψυχῆς ἢ καρτερίαν συνετέλει σώματος ἀφηγεῖτο · μάλιστα δʼ αὐτοὺς ἤσκει πρὸς τὸν πόλεμον παρʼ ἕκαστα τὴν Ῥωμαίων εὐταξίαν διηγούμενος , καὶ ὡς πολεμήσουσιν πρὸς ἄνδρας , οἳ διʼ ἀλκὴν σώματος καὶ ψυχῆς παράστημα πάσης ὀλίγου δεῖν τῆς οἰκουμένης κρατοῦσιν .
2.581ἔφη δὲ πεῖραν αὐτῶν λήψεσθαι τῆς κατὰ τὸν πόλεμον πειθαρχίας καὶ πρὸ παρατάξεως , εἰ τῶν συνήθων ἀδικημάτων ἀπόσχοιντο , κλοπῆς τε καὶ λῃστείας καὶ ἁρπαγῆς τοῦ τε ἐξαπατᾶν τὸ ὁμόφυλον τοῦ τε κέρδος οἰκεῖον ἡγεῖσθαι τὴν βλάβην τῶν συνηθεστάτων ·
2.582διοικεῖσθαι γὰρ κάλλιστα τοὺς πολέμους παρʼ οἷς ἂν ἀγαθὸν τὸ συνειδὸς ἔχωσιν πάντες οἱ στρατευόμενοι , τοὺς δὲ οἴκοθεν φαύλους οὐ μόνον τοῖς ἐπιοῦσιν ἐχθροῖς ἀλλὰ καὶ τῷ θεῷ χρῆσθαι πολεμίῳ .
-- -- ἔτρεφον δὲ πλὴν τῶν μισθοφόρων τὴν ἄλλην στρατιὰν αἱ πόλεις ῥᾳδίως · τῶν γὰρ καταλεγέντων ἑκάστη τοὺς ἡμίσεις ἐπὶ τὴν στρατιὰν ἐκπέμπουσα τοὺς λοιποὺς ἐπὶ συμπορισμὸν αὐτοῖς τῶν ἐπιτηδείων κατεῖχον , ὡς τοὺς μὲν εἰς ὅπλα , τοὺς δὲ εἰς ἐργασίαν διῃρῆσθαι , καὶ τοῖς τὰ σῖτα πέμπουσιν ἀντιχορηγεῖσθαι παρὰ τῶν ὁπλιτῶν τὴν ἀσφάλειαν .
2.583
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.577 | Joseph. BJ 2.582 (English) | >>Joseph. BJ 2.587 |